Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.137.3 | Hdt. 4.139.3 (English) | >>Hdt. 4.140.4 |
4.139.1 οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην , ἔδοξε σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι , τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα , λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται , ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν , εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθῃσι ἐστὶ ἐν ἡδονῇ .
4.139.2 ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ . μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων . Ἄνδρες Σκύθαι , χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν , ἐπείγεσθε · καὶ τά τε ἀπʼ ὑμέων ἡμῖν , χρηστῶς ὁδοῦται καὶ τὰ ἀπʼ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται . ὡς γὰρ ὁρᾶτε , καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι .
4.139.3 ἐν ᾧ δὲ ἡμεῖς τάδε λύομεν , ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους , εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει .”
ch. 140
4.140.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.137.3 | Hdt. 4.139.3 (English) | >>Hdt. 4.140.4 |